Ancient Greek
126.4
Demetrius, demetrius_de_eloc_roberts 126.4
Unproofread scanNot analysed yet
70. Τὰ γε μὴν ποιητικά, οἷον τὸ ἥλιος, διηρημένον καὶ συγκρουόμενον ἐπίτηδες, εὐφωνότερόν ἐστι τοῦ ἥλιος καὶ τὸ ὁρέων τοῦ ὁρῶν. ἔχει γὰρ τινα ἡ λύσις καὶ ἡ σύγκρουσις οἷον ὠδὴν ἐπιγινωμένην. πολλὰ δὲ καὶ ἄλλα ἐν συναλοιφῇ μὲν λεγόμενα δύσφορα ἦν, διαιρεθέντα δὲ καὶ συγκρουσθέντα εὐφωνότερα, ὡς τὸ ‘πάντα μὲν τὰ νέα καὶ καλά ἐστιν.’ εἰ δὲ συναλείψας εἴποις ‘καλὰ ’στιν,’ δυσφωνότερον ἔσται τὸ λεγόμενον καὶ εὐτελέστερον.