Ancient Greek
128.5
Demetrius, demetrius_de_eloc_roberts 128.5
Unproofread scanNot analysed yet
75 Ἔστι δὲ καὶ ἐν πράγμασι τὸ μεγαλοπρεπές, ἂν μεγάλη καὶ διαπρεπὴς πεζομαχία ἢ ναυμαχία, ἢ περὶ οὐρανοῦ ἢ περὶ γῆς λόγος· ὁ γὰρ τοῦ μεγάλου ἀκούων πράγματος εὐθὺς καὶ τὸν λέγοντα οἴεται μέγαλως λέγειν πλανώμενος· δεῖ γὰρ οὐ τὰ λεγόμενα σκοπεῖν, ἀλλὰ πῶς λέγεται· ἔστι γὰρ καὶ μεγάλα μικρῶς λέγοντα ἀπρεπὲς ποιεῖν τῷ πράγματι. διὸ καὶ δεινοὺς τινὰς φασιν, ὥσπερ καὶ Θεόπομπον, δεινὰ οὐ δεινῶς λέγοντας.