Ancient Greek
130.4
Demetrius, demetrius_de_eloc_roberts 130.4
Unproofread scanNot analysed yet
78. Πρῶτα μὲν οὖν μεταφοραῖς χρηστέον· αὗται γὰρ μάλιστα καὶ ἡδονὴν συμβάλλονται τοῖς λόγοις καὶ μέγεθος, μὴ μέντοι πυκναῖς, ἐπεὶ τοῦ διθύραμβον ἀντὶ λόγου γράφομεν· μήτε μὴν πόρρωθεν μετενηγμέναις, ἀλλ' αὐτόθεν καὶ ἐκ τοῦ ὁμοίου, οἷον ἔοικεν ἀλλήλοις στρατηγός, κυβερνήτης, ἡνίοχος· πάντες γὰρ οὗτοι ἄρχοντες εἰσιν. ἀσφαλῶς οὖν ἔρει καὶ ὁ τὸν στρατηγὸν κυβερνήτην λέγων τῆς πόλεως, καὶ ἀνάπαλιν ὁ τὸν κυβερνήτην ἄρχοντα τῆς νηός.