Ancient Greek
134.3
Demetrius, demetrius_de_eloc_roberts 134.3
Unproofread scanNot analysed yet
84 Ἕτέραν οὖν ἐπινοήσωμεν μεταφορὰν μικρότητος αἰτίαν γινομένην μᾶλλον ἢ μεγέθους· δεῖ γὰρ ἐκ τῶν μειζόνων μεταφέρειν εἰς τὰ μικρά, οὐ τὸ ἐναντίον, οἷον ὡς ὁ Ξενοφῶν φησιν, ‘ἐπεὶ δὲ πορευομένων ἐξεκύμηνέ τι τῆς φάλαγγος.’ τὴν γὰρ τῆς τάξεως παρεκτροπὴν ἐκκυμαινούση θαλάσσῃ εἴκασεν καὶ προσωνόμασεν. εἰ δέ τις μεταβαλὼν εἴποι ἐκφαλαγγίσασαν τὴν θάλασσαν, τάχα μὲν οὐδὲ οἰκείως μετοίσει, πάντῃ δὲ πάντως μικροπρεπῶς.