Ancient Greek
140.8
Demetrius, demetrius_de_eloc_roberts 140.8
Unproofread scanNot analysed yet
103. Ἡ συντομία δὲ πῇ μὲν μεγαλοπρεπῆς, καὶ μάλιστα ἡ ἀποσιώπησις· ἓνια γὰρ μὴ ῥθέντα μείζονα φαίνεται καὶ ὑπονοηθέντα μᾶλλον· πῇ δὲ μικροπρεπῆς. καὶ γὰρ ἐν διλογίαις γίνεται μέγεθος, οἷον ὡς Ξενοφῶν, ‘τὰ δὲ ἄρματα ἔφερετο,’ φησί, ‘τὰ μὲν δι’ αὐτῶν τῶν φιλίων, τὰ δὲ καὶ δι’ αὐτῶν τῶν πολεμίων.’ πολὺ γὰρ οὕτω μείζον, ἢ εἴπερ ὧδ’ εἶπεν, ‘καὶ διὰ τῶν φιλίων, καὶ διὰ τῶν πολεμίων αὐτῶν.’