Ancient Greek
156.6
Demetrius, demetrius_de_eloc_roberts 156.6
Unproofread scanNot analysed yet
137 Εὐθὺς οὖν πρώτη ἔστι χάρις ἡ ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται, ὑπὸ δὲ τάχους χάριμεν, ὥσπερ παρὰ Ξενοφῶντι, ‘τῷ ὄντι τούτῳ οὐδὲν μέτεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὥσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα τετρυπημένον· καὶ εἶχεν οὕτως.’ τὸ γὰρ ἐπιλεγόμενον τὸ ‘εἶχεν οὕτως’ ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι ‘ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπτητο,’ διήγημα ἂν φιλὸν ἐγένετο ἀντὶ χάριτος.