Ancient Greek
182.4
Demetrius, demetrius_de_eloc_roberts 182.4
Unproofread scanNot analysed yet
196. Φευγέτω δὲ ἡ σαφὴς γραφὴ καὶ τὰς ἀμφιβολίας, σχήματι δὲ χρήσθω τῇ ἐπαναλήψει καλουμένῃ. ἐπαναλήψις δὲ ἐστὶ συνδέσμου ἐπιφορὰ τοῦ αὐτοῦ ἐν τοῖς διὰ μακροῦ ἐπιφερομένοις λόγοις, οἷον ‘ὅσα μὲν ἔπραξε Φίλιππος, καὶ ὡς τὴν Θράκην κατεστρέψατο, καὶ Χερρόνησον εἷλεν, καὶ Βυζάντιον ἐπολίορκησεν, καὶ Ἀμφίπολιν οὐκ ἀπέδωκεν, ταῦτα μὲν παραλείψω.’ σχεδὸν γὰρ ὁ μὲν σύνδεσμος ἐπενεχθεὶς ἀνέμνησεν ἡμᾶς τῆς προθέσεως, καὶ ἀπεκατέστησεν ἐπὶ τὴν ἀρχήν.