Ancient Greek
184.2
Demetrius, demetrius_de_eloc_roberts 184.2
Unproofread scanNot analysed yet
ράδειγμα πλαγίας λέξεως καὶ διὰ τοῦτο ἀσαφοὺς τὸ παρὰ Ξενοφῶντι, οἷον ‘καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπ’ Ἰωνίας εἰς Κιλικίαν Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου.’ τοῦτο γὰρ ἐξ εὐθείας 5 μὲν οὕδε πῶς λέγοιτο· ‘τριήρεις προσεδόκωντο εἰς Κιλικίαν πολλαὶ μὲν Λάκαιναι, πολλαὶ δὲ Περσίδες, Κύρῳ ναυπηγηθεῖσαι ἐπ’ αὐτῷ τούτῳ. ἐπλεον δ’ ἀπ’ Ἰωνίας· ναύαρχος δ’ αὐταῖς ἐπεστάτει Τάμος Αἰγύπτιος.’ μακρότερον μὲν οὕτως ἐγένετο ἴσως, σαφέστερον δέ.