Ancient Greek
21.1
Demetrius, demetrius_de_eloc_roberts 21.1
Unproofread scanNot analysed yet
ἀντιθέτοις καὶ ἰσοκώλοις καὶ παρίσοις καὶ ὁμοιοτελεύτοις καὶ τισὶν ἑτέροις τοιούτοις, ἀ τότε μὲν διὰ τὸ ξένον τῆς κατασκευῆς ἀποδοχῆς ἠξιοῦτο, νῦν δὲ περιεργίαν ἔχειν δοκεῖ καὶ φαίνεται καταγέλαστον πλεονάκις καὶ κατακρῶς τιθέμενον. Timaeus seems here to be Diodorus’ authority: cp. Dionys. Halic. *de Lysia*, c. 3 (a passage which may be quoted at some length because of its importance from this and other points of view), τοῖς δὲ προτέροις οὐχ αὐτὴ ἡ δόξα ἦν, ἀλλὰ βουλομένου κόσμον τινὰ προσεῖναι τοῖς λόγοις ἐξῆλλαττον τῶν ἰδιώτην καὶ κατέφευγον εἰς τὴν ποιητικὴν φράσιν, μεταφοραῖς τε πολλαῖς χρώμενοι καὶ ὑπερβολαῖς καὶ ταῖς ἄλλαις τροπικαῖς ἰδέαις, ὀνομάτων τε γλωττηματικῶν καὶ ξένων χρήσει καὶ τῶν οὐκ εἰωθότων σχηματισμῶν τῇ διαλλαγῇ καὶ τῇ ἄλλῃ καινολογίᾳ καταπληττόμενοι τὸν ἰδιώτην. δηλοῖ δὲ τοῦτο Γοργίας τε ὁ Λεοντῖνος, ἐν πολλοῖς πᾶν φορτικὴν τε καὶ ὑπέργοκον ποιῶν τὴν κατασκευὴν καὶ ‘οὐ πόρρω διθυράμβων τινῶν’ ἔνια φθεγγόμενος, καὶ τῶν ἐκείνου συνοσιαστῶν οἱ περὶ Λικυμνίων τε καὶ Πάων. ‘ἦγματο δὲ καὶ τῶν’ Ἀθήνησι ῥητόρων ἡ ποιητικὴ τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι, Γοργίου ἀρξαντος ἡμῖν’ Ἀθηνᾶζε πρεσβευὼν κατεπλήσθαι τοὺς ἀκούοντας τῇ δημηγορίᾳ, ὡς δὲ τάλανθὲς ἔχει, τὸ καὶ παλαιότερον αἰεὶ τι θαυμάζομένην. Θουκυδίδης γοῦν ὁ δαιμονιώτατος τῶν συγγραφέων ἐν τε τῷ ἐπιταφίῳ καὶ ἐν ταῖς δημηγορίαις ποιητικὴ κατασκευῇ χρησάμενος ἐν πολλοῖς ἐξῆλλαξε τὴν ἐρμηνείαν εἰς ὀγκον ἄμα καὶ κόσμον ὀνομάτων ἀηθέστερον.