Ancient Greek
210.4 to 210.7
Demetrius, demetrius_de_eloc_roberts 210.4-7
Unproofread scanNot analysed yet
263. Ὡς δ’ ἂν καὶ ἐκ σχημάτων γίγνοιτο δεινότης, λέξομεν. ἐκ μὲν οὖν τῶν τῆς διανοίας σχημάτων, ἐκ μὲν τῆς παραλείψεως ὀνομαζομένης οὕτως· “Ὀλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τὰς ἐπὶ Θράκης ἔω·’ ἐν γὰρ τούτοις καὶ εἵρκεν πάντα, ὅσα ἐβούλετο, καὶ παραλιπεῖν αὐτὰ φησιν, ὡς δεινότερα εἰπεῖν ἔχων ἕτερα. 264. Καὶ ἡ προειρημένη δ’ ἀποσιώπησις τοῦ αὐτοῦ ἤθους ἔχουμένη δεινότερον ποιήσει τὸν λόγον. 265. Παραλαμβάνοιτο δ’ ἂν σχῆμα διανοίας πρὸς δεινότητα ἢ προσωποποιία καλουμένη, οἷον ‘δόξατε ὑμῖν τοὺς προγόνους ὀνειδίζειν καὶ λέγειν τάδε τινὰ ἢ τὴν Ἑλλάδα ἢ τὴν πατρίδα, λαβούσαν γυναικὸς σχῆμα.’ 266. Ὡσπερ ἐν τῷ ἐπιταφίῳ Πλάτων τὸ ‘ὦ παῖδες, ὅτι μὲν ἐστέ πατέρων ἀγαθῶν,’ καὶ οὐκ ἐκ τοῦ ἰδίου προσώπου λέγειν, ἀλλὰ ἐκ τοῦ τῶν πατέρων· πολὺ γὰρ