Ancient Greek
212.4
Demetrius, demetrius_de_eloc_roberts 212.4
Unproofread scanNot analysed yet
268. Καὶ ἐκ τῆς ἀναφορᾶς καλουμένης, ὡς τὸ ‘ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς·’ τὸ δὲ σχῆμα τὸ εἰρημένον τοῦτο τριπλοῦν· καὶ γὰρ ἐπαναφορὰ ἐστίν, ὡς εἴρηται, διὰ τὸ τὴν αὐτὴν λέξιν ἐπαναφέρεσθαι ἐπὶ τὴν αὐτὴν ἀρχήν, καὶ ἀσύνδετον· δίχα γὰρ συνδέσμων λέλεκται, καὶ ὁμοιοτέλευτον διὰ τὴν ἀπόληξιν τοῦ ‘καλεῖς’ πολλάκις. καὶ δεινότης ἠθροίσται ἐκ τῶν τριῶν, εἰ δ’ εἴποι τις οὕτως, ‘ἐπὶ σαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς,’ ἅμα τοῖς σχήμασιν ἐξαιρήσει καὶ τὴν δεινότητα.