Ancient Greek
216.4
Demetrius, demetrius_de_eloc_roberts 216.4
Unproofread scanNot analysed yet
279 Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἕνια λέγειν, καὶ μὴ ἀποφαινούμενον, 'ἀλλ' ὁ τὴν Εὐβοίαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτεῖχισμα ἐπὶ τὴν Ἀττικὴν, πότερον ταῦτα ποιῶν ἡδίζει, καὶ ἔλυεν τὴν εἰρήνην, ἢ οὔ;' καθάπερ γὰρ εἰς ἀπορίαν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ εἰκότα καὶ μηδὲν ἀποκρίνασθαι ἔχοντι· εἰ δὲ ὧδε μεταβαλὼν ἐφη τις, 'ἡδίζει καὶ ἔλυε τὴν εἰρήνην,' σαφῶς διδάσκοντι ἐώκει καὶ οὐκ ἐλέγχοντι.