Ancient Greek
220.4
Demetrius, demetrius_de_eloc_roberts 220.4
Unproofread scanNot analysed yet
289 Πολλάκις δὲ ἢ πρὸς τύραννον ἢ ἄλλως βίαιόν τινα διαλεγόμενοι καὶ ὀνειδίσαι δρῶντες χρῶμεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος ὁ Φαληρεὺς πρὸς Κρατερὸν τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι, καὶ ὑπερηφάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς, ὅτι ‘ὑπεδεξάμεθα ποτε πρεσβεύοντας ἡμεῖς τοῦσδε καὶ Κρατερὸν τοῦτον·’ ἐν γὰρ τῷ δεικτικῷ τῷ ‘τοῦτον’ ἐμφαίνεται ἡ ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι.