Ancient Greek
222.4
Demetrius, demetrius_de_eloc_roberts 222.4
Unproofread scanNot analysed yet
292. Δύνατο δ’ ἂν τις καὶ ἑτέρως σχηματίζειν, οἷον οὕτως· ἐπειδή ἀηδῶς ἀκούουσιν οἱ δυνάσται καὶ δυνάστιδες τὰ αὐτῶν ἁμαρτήματα, παραινούντες αὐτοῖς μὴ ἁμαρτάνειν οὐκ ἐξ εὐθείας ἐροῦμεν, ἀλλ’ ἦτοι ἑτέρους ψέξομέν τινας τὰ ὅμοια πεποιηκότας, οἷον πρὸς Διονύσιον τὸν τύραννον κατὰ Φαλάριδος τοῦ τυράννου ἐροῦμεν καὶ τῆς Φαλάριδος ἀποτομίας· ἢ ἐπαινεσόμεθὰ τινας Διονυσίῳ τὰ ἐναντία πεποιηκότας, οἷον Γέλωνα ἢ Ἴέρωνα, ὅτι πατράσιω ἐώκεσαν τῆς Σικελίας καὶ διδασκάλους· καὶ γὰρ νουθετεῖται ἀκούων ἄμα καὶ οὐ λοιδορεῖται καὶ ζηλοτυπεῖ τῷ Γέλωνι ἐπαινουμένῳ καὶ ἐπαίνου ὀρέγεται καὶ οὕτος.