Ancient Greek
224.5
Demetrius, demetrius_de_eloc_roberts 224.5
Unproofread scanNot analysed yet
296 Καθόλου δὲ ὥσπερ τὸν αὐτὸν κηρὸν ὁ μὲν τις 20 κύνα ἐπλασεν, ὁ δὲ βοῦν, ὁ δὲ ἵππον, οὕτω καὶ πρᾶγμα ταὐτὸν ὁ μὲν τις ἀποφαίνόμενος καὶ κατηγορῶν φησίν, ὅτι ᾿οἱ ἄνθρωποι χρήματα μὲν ἀπολείπουσι τοῖς παισίν, ἐπιστήμην δὲ οὐ συναπολείπουσιν, τὴν χρησομένην τοῖς ἀπολειφθεῖσιν· ᾿τοῦτο δὲ τὸ εἶδος τοῦ λόγου Ἀριστιππείων 25 λέγεται· ἕτερος δὲ ταὐτὸν ὑποθετικῶς προοίσεται, καθάπερ Ξενοφῶντος τὰ πολλά, |οἷον ὅτι ᾿δεῖ γὰρ οὐ χρήματα μόνον ἀπολιπεῖν τοῖς ἑαυτῶν παισίν, ἀλλὰ καὶ ἐπιστήμην τὴν χρησομένην αὐτοῖς. ᾿