Ancient Greek
226.4
Demetrius, demetrius_de_eloc_roberts 226.4
Unproofread scanNot analysed yet
299 Ἡ δὲ λειότης ἡ περὶ τὴν σύνθεσιν, οἷα κέχρηται μάλιστα οἱ ἀπ’ Ἰσοκράτους, φυλαζάμενοι τὴν σύγκρουσιν τῶν φωνηέντων γραμμάτων, οὐ μᾶλα ἐπιτηδεῖά ἐστι δεινῷ λόγῳ· πολλὰ γὰρ [τὰ] ἐκ τῆς συμπλήξεως ἂν αὐτῆς γένοιτο δεινότερα, οἷον ‘τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγε ἐπολιτευόμην πω τότε.’ εἰ δὲ μεταβαλὼν τις καὶ συνάψας ὧδ’ εἴποι ‘τοῦ πολέμου γὰρ οὐ δι’ ἐμέ τοῦ Φωκικοῦ συστάντος· οὐ γὰρ ἐπολιτευόμην ἔγωγε πω τότε,’ οὐκ ὀλίγον διεξαιρήσει τῆς δεινότητος, ἐπεὶ πολλαχοῦ καὶ τὸ ἠχῶδες τῆς συγκρούσεως ἴσως ἔσται δεινότερον.