Ancient Greek
27.2
Demetrius, demetrius_de_eloc_roberts 27.2
Unproofread scanNot analysed yet
1 Dionys. Hal. de Isocr. c. 2, ὁ γὰρ ἀνὴρ οὗτος τὴν εὐέπειαν ἐκ παντὸς διώκει καὶ τοῦ γλαφυρῶς λέγειν στοχάζεται μᾶλλον ἢ τοῦ ἀφελῶς. τῶν τε γὰρ φωνηέντων τὰς παραλλήλους θέσεις ὡς ἐκλυούσας τὰς ἁρμονίας τῶν ἤχων καὶ τὴν λειότητα τῶν φθόγγων λυμαιομένας περίσταται, περιόδῳ τε καὶ κύκλῳ περιλαμβάνειν τὰ νοήματα πειρᾶται ῥυθμοειδεῖ πᾶνν οἱ οὐ πολὺ ἀπέχοντι τοῦ ποιητικοῦ μέτρου, ἀναγνώσεώς τε μᾶλλον οικειότερός ἐστιν ἢ χρήσεως. τοιγάρτοι τὰς μὲν ἐπιδείξεις τὰς ἐν ταῖς πανηγύρεσι καὶ τὴν ἐκ χειρὸς θεωρίαν φέρουσι αὐτοῦ οἱ λόγοι, τοὺς δὲ ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀγῶνας οὔχ ὑπομένουσι. τούτου δὲ αἴτιον, ὅτι πολὺ τὸ παθητικὸν ἐν ἐκείνοις εἶναι δεῖ· τοῦτο δὲ ἥκιστα δέχεται περίοδος. αἱ τε παρομοιώσεις καὶ παρισώσεις καὶ τὰ ἀντίθετα καὶ πᾶς ὁ τῶν τοιούτων σχημάτων κόσμος πολὺς ἐστὶ παρ’ αὐτῷ καὶ λυπεῖ πολλάκις τὴν ἄλλην κατασκευὴν προσιστάμενος ταῖς ἀκοαῖς. Cp. c. 13 ibid. ,ὁ τῶν περιόδων ῥυθμός, ἐκ παντὸς διώκων τὸ γλαφυρόν.