Ancient Greek
57.1
Demetrius, demetrius_de_eloc_roberts 57.1
Unproofread scanNot analysed yet
1 Aristot. *Rhet. *iii. 12, 6: ἡ μὲν οὖν ἐπιδεικτικὴ λέξις γραφικωτάτη· τὸ γὰρ ἔργον αὐτῆς ἀνάγνωσις· δευτέρα δὲ ἡ δικανική. τὸ δὲ προσδιαιρεῖσθαι τὴν λέξιν, ὅτι ἡδεῖαν δεῖ καὶ μεγαλοπρεπή, περίεργον· τί γὰρ μᾶλλον ἢ σώφρονα καὶ ἐλευθέριον καὶ εἴ τις ἄλλη ἦθος ἀρετή· τὸ δὲ ἡδεῖαν εἶναι ποιήσει δήλον ὅτι τὰ εἰρημένα, εἴπερ ὀρθῶς ὡρίσται ἡ ἀρετὴ τῆς λέξεως· τινος γὰρ ἕνεκα δεῖ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι ἀλλὰ πρέπουσαν· ἄν τε γὰρ ἀδολεσχῇ, οὐ σαφὴς, οὐδ’ ἂν σύντομος. ἀλλὰ δήλον ὅτι τὸ μέσον ἀρμόττει. καὶ τὸ ἡδεῖαν τὰ εἰρημένα ποιήσει, ἂν εὖ μιχθῇ, τὸ εἰωθὸς καὶ ξενικόν, καὶ ὁ ῥυθμός, καὶ τὸ πιθανὸν ἐκ τοῦ πρέποντος.