Ancient Greek
92.1
Demetrius, demetrius_de_eloc_roberts 92.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ 7 Τῶν δὲ μικρῶν κώλων κἂν δεινότητι χρήσις ἐστι· δεινότερον γὰρ τὸ ἐν ὀλίγῳ πολὺ ἐμφαινόμενον καὶ σφοδρότερον, διὸ καὶ οἱ Λάκωνες βραχυλόγοι ὑπὸ δεινότητος· καὶ τὸ μὲν ἐπιτάσσειν σύντομον καὶ βραχύ, καὶ πᾶς δεσπότης δοῦλῳ μονοσύλλαβος, τὸ δὲ ἱκετεύειν μακρὸν καὶ τὸ ὀδύρεσθαι. αἱ Λιταὶ καθ᾽ Ὁμηρον καὶ χωλαὶ καὶ ῥυσαὶ ὑπὸ βραδυτήτος, τούτεστιν ὑπὸ μακρολογίας, καὶ οἱ γέροντες μακρολόγοι διὰ τὴν ἀσθένειαν.