Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_DEMO
DEMO, Fragmenta 1
Not analysed yet
Δήμων ἐν τετάρτῳ Ἀτθίδος, «Ἀφείδαντά φησι βασιλεύοντα Ἀθηνῶν Θυμοίτης, ὁ νεώτερος ἀδελφὸς, νόθος ὢν, ἀποκτείνας, αὐτὸς ἐβασίλευσεν· ἐφ ̓ οὗ Μέλανθος Μεσσήνιος ἐκπεσὼν τῆς πατρίδος, ἐπήρετο τὴν Πυθίαν, ὅπου κατοικήσει. Ἡ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ, τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. Καὶ τοῦτ ̓ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν, καὶ πάντα τὰ κρέα κατηναλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων, ταῦτα, τῷ Μελάνθῳ ἀπέστειλαν.»