Ancient Greek · ~2 min
1 to 2
DEMOCLES PYGELENSIS, Fragmenta 1-2
Not analysed yet
Μιμνήσκεται δὲ (Δημήτριος ὁ Σκήψιος) πρὸς ταῦτα τῶν ὑπὸ Δημοκλέους λεγομένων, σεισμούς τινας μεγάλους, τοὺς μὲν πάλαι περὶ Λυδίαν γενομένους καὶ Ἰωνίαν μέχρι τῆς Τρῳάδος ἱστοροῦντος, ὑφ ̓ ὧν καὶ κῶμαι κατεπόθησαν καὶ Σίπυλος κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καὶ ἐξ ἑλῶν λίμναι ἐγίνοντο, **τὴν δὲ Τροίαν ἐπέκλυσε κῦμα. Ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φιονίκων ἀπὸ τῶν περὶ Ἄδωνιν θρήνων τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης.