Ancient Greek
Fragment 153
Democritus, Fragmenta 153
Not analysed yet
[150 N.] —reip. ger. praec. 28 p. 821 A τήν γ’ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίαι καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ τοῖς πέλας ἁνδάνειν, ὡς ἠξίου Δ. PHILOD. de adulat. pap. 1457 c. 10 [Crönert Kolot. S. 130] μᾶλλον δὲ καὶ τοῖς ἰδιώταις ἄνευ τῆς τοιαύτης ἀρεσκείας ὁρᾶται κατακτώμενα. Δημόκριτον μέντοι Νικασικράτης ἐπαινῶν κακίζοντα ἐπὶ 〈τῶι〉 τοῖς πέ[λ]α[ς] ἁνδάνειν ὡς ζη[μιώδη] τὴν ἀρέσκειαν οὐκ οἶδ’ ὅπως ὁμολογεῖ τοῖς περὶ τὸν Ἐπίκουρον.