Ancient Greek
Fragment 172
Democritus, Fragmenta 172
Not analysed yet
[26 N.] —9, 1 Δ—ου. ἀφ’ ὧν ἡμῖν τἀγαθὰ γίγνεται, ἀπὸ τῶν αὐτῶν τούτων καὶ τὰ κακὰ ἐπαυρισκοίμεθ’ ἄν, τῶν δὲ κακῶν ἐκτὸς εἴημεν. αὐτίκα ὕδωρ βαθὺ εἰς πολλὰ χρήσιμον καὶ δαὖτε κακόν· κίνδυνος γὰρ ἀποπνιγῆναι. μηχανὴ οὖν εὑρέθη, νήχεσθαι διδάσκειν.