Ancient Greek
Fragment 175
Democritus, Fragmenta 175
Not analysed yet
[24 N.] ——4 οἱ δὲ θεοὶ τοῖσι ἀνθρώποισι διδοῦσι τἀγαθὰ πάντα καὶ πάλαι καὶ νῦν. πλὴν ὁκόσα κακὰ καὶ βλαβερὰ καὶ ἀνωφελέα, τάδε δ’ οὔ〈τε〉 πάλαι οὔτε νῦν θεοὶ ἀνθρώποισι δωροῦνται, ἀλλ’ αὐτοὶ τοῖσδεσιν ἐμπελάζουσι διὰ νοῦ τυφλότητα καὶ ἀγνωμοσύνην.