Ancient Greek · ~9 min
Fragment 300_18
Democritus, Fragmenta 18-2
Not analysed yet
18. Auszüge aus dieser Tetrabiblos unter dem Titel Δημοκρίτου φυσικὰ καὶ μυστικά in Berthelots Coll. d. Alchim. I p. 41 ff. Probe: p. 43, 14 ὡς οὖν ἦμεν ἐν τῷ ναῷ ἐξ αὐτομάτου στήλη τις [ἢ κιόνιον] διαρρήγνυται, ἣν ἡμεῖς ἑωρῶμεν ἔνδον οὐδὲν ἔχουσαν. ὁ δὲ Ὀστάνης ἔφασκεν ἐν αὐτῇ τὰς πατρώιας τεθησαυρίσθαι βίβλους καὶ προκομίσας εἰς μέσον ἤγαγεν· ἐγκύψαντες δὲ ἐθαυμάζομεν, ὅτι μηδὲν ἦμεν παραλείψαντες, πλὴν τοῦτον τὸν λόγον εὕρομεν ἐκεῖ πάνυ χρήσιμον· ἡ φύσις τὴν φύσιν κτλ. Es folgt in der Sammlung Δημοκρίτου βίβλος ε̄ προσφωνηθεῖσα Λευκίππῳ. p. 53, 16 ἰδοὺ μὲν ὃ ἦν, ὦ Λεύκιππε, περὶ τουτέων τῶν τεχνῶν τῶν. Αἰγυπτίων 〈ἐν ταῖς τῶν〉 προφητέων Περσικαῖς βίβλοις, ἔγραψα τῇ κοινῇ διαλέκτῳ, πρὸς ἣν δὴ μάλιστα ἁρμόζονται· ἡ δὲ βίβλος οὐκ ἔστι κοινή. αἰνίγματα γὰρ ἔχει μυστικὰ παλαιά τε καὶ ὠγύγια, ἅπερ οἱ πρόγονοι καὶ θεῖοι Αἰγύπτου βασιλεῖς τοῖς φοίνιξι ἀνέθεντο. ἐγὼ δὲ ὁ φίλος σου ὠγυγίοις αἰνίγμασιν χρήσομαι ἃ δὴ γεγράφαταί μοι τοῖς Αἰγυπτίων παισίν. ἀλλὰ σοί, ἰατρέ, καὶ δι’ ἑρμηνέως πάντα οὐ παύσομαι ἀναφανδὸν ἐνεξηγούμενος. περιέχει δὲ ἡ συγγραφὴ λεύκωσίν τε καὶ ξάνθωσιν ἢ χαλκολίθου τε μαλάξιας καὶ ἑψήσιας καὶ ἕως βαφικῆς, ὕστερον δὲ ὅσα πάλιν παράδοξα γίγνεται ἐξ αὐτοῦ τοῦ χαλκοῦ καὶ κινναβάρεως, ἔχε ποιῆσαι χρυσὸν 〈ἐκ τῆς〉 καδμίας τε καὶ ἄλλων εἰδῶν, καὶ καύσεων πάλιν 〈καὶ〉 ἐπιπλοκῶν ὅσα παράδοξα γίγνεται. Vgl. Olympiod. das. p. 78, 12. 79, 3 ff. 97, 6 u. s. f. Zosimos a. O. II 122 aus Demokrit: δέξαι λίθον τὸν οὐ λίθον, τὸν ἄτιμον καὶ πολύτιμον, τὸν πολύμορφον καὶ ἄμορφον, τὸν ἄγνωστον καὶ πᾶσι γνωστόν, τὸν πολυώνυμον καὶ ἀνώνυμον, τὸν ἀφροσέληνον λέγω. Vgl. 119, 11 ff. p. 159, 3 καὶ ταῦτα μὲν οὕτως πρὸς τοὺς Αἰγυπτίους προφήτας ὁ Δ. γράφει ἐγὼ δὲ πρὸς σέ, ὦ Φιλάρετε, πρὸς ὃν ἡ δύναμις, τὴν κατὰ πλάτος σοι γράφω τέχνην. III 448, 19 [Stein der Weisen] ὁ Δ. φησὶ πρὸς τὸν βασιλέα εἰ μὴ τὰς οὐσίας καταμάθῃς καὶ τὰς οὐσίας κεράσῃς καὶ τὰ εἴδη νοήσῃς καὶ τὰ γένη συνάψῃς τοῖς γένεσιν, εἰς μάτην τῷ κόπῳ ἐπεχείρησας, ὦ βασιλεῦ. Im Index des Venet. 229 [Haupths. der Alchem.] werden die Schriften Περὶ χρυσοῦ ποιήσεως und Περὶ ἀσήμου [eig. Elektron, hier Silber] ποιήσεως [abgedr. bei Berthelot I 49] unter Demokrits Namen besonders aufgeführt.