Ancient Greek · ~1 min
Fragment 228
Democritus, Fragmenta 228
Not analysed yet
[202 N.] ——18 τοῦ αὐτοῦ. οἱ τῶν φειδωλῶν παῖδες ἀμαθέες γινόμενοι ὥσπερ οἱ ὀρχησταὶ οἱ ἐς τὰς μαχαίρας ὀρούοντες, ἢν ἑνὸς μούνου 〈μὴ〉 τύχωσι καταφερόμενοι, ἔνθα δεῖ τοὺς πόδας ἐρεῖσαι, ἀπόλλυνται· χαλεπὸν δὲ τυχεῖν ἑνὸς· τὸ γὰρ ἴχνιον μοῦνον λέλειπται τῶν ποδῶν· οὕτω δὲ καὶ οὗτοι, ἢν ἁμάρτωσι τοῦ πατρικοῦ τύπου τοῦ ἐπιμελέος καὶ φειδωλοῦ, φιλέουσι διαφθείρεσθαι.