Ancient Greek · ~1 min
Fragment 264
Democritus, Fragmenta 264
Not analysed yet
[43 N.] STOB. IV 5, 46 τοῦ αὐτοῦ. μηδέν τι μᾶλλον τοὺς ἀνθρώπους αἰδεῖσθαι ἑωυτοῦ μηδέ τι μᾶλλον ἐξεργάζεσθαι κακόν, εἰ μέλλει μηδεὶς εἰδήσειν ἢ 〈εἰ〉 οἱ πάντες ἄνθρωποι· ἀλλ’ ἑωυτὸν μάλιστα αἰδεῖσθαι, καὶ τοῦτον νόμον τῇ ψυχῇ καθεστάναι, ὥστε μηδὲν ποιεῖν ἀνεπιτήδειον.