Ancient Greek · ~2 min
Fragment 266
Democritus, Fragmenta 266
Not analysed yet
[167 N.] ——48 τοῦ αὐτοῦ. οὐδεμία μηχανὴ τῷ νῦν καθεστῶτι ῥυθμῷ μὴ οὐκ ἀδικεῖν τοὺς ἄρχοντας, ἣν καὶ πάνυ ἀγαθοὶ ἔωσιν. οὐδενὶ γὰρ ἄλλῳ ἔοικεν ἢ ἑωυτῷ τὸν 〈***〉αὐτὸν ἐφ’ ἑτέροισι γίγνεσθαι· δεῖ δέ κως οὕτω καὶ ταῦτα κοσμηθῆναι, ὅκως ὁ μηδὲν ἀδικέων, ἣν καὶ πάνυ ἐτάζῃ τοὺς ἀδικέοντας, μὴ ὑπ’ ἐκείνους γενήσεται, ἀλλά τις ἢ θεσμὸς ἡ τι ἄλλο ἀμυνεῖ τῷ τὰ δίκαια ποιεῦντι.