Ancient Greek · ~2 min
Fragment 277
Democritus, Fragmenta 277
Not analysed yet
[181 N.] ——32 τοῦ αὐτοῦ. ὅτεῳ χρήμη τεά ἐστι παῖδα ποιήσασθαι, ἐκ τῶν φίλων τεύ μοι δοκεῖ ἄμεινον εἶναι. καὶ τῷ μὲν παῖς ἔσται τοιοῦτος, οἷον ἂν βούληται· ἔστι γὰρ ἐκλέξασθαι οἷον ἐθέλει· καὶ ὃς ἂν δοκῇ ἐπιτήδειος εἶναι, κἂν μάλιστα κατὰ φύσιν ἕποιτο. καὶ τοῦτο τοσοῦτον διαφέρει, ὅσον ἐνταῦθα μὲν ἔστι τὸν παῖδα λαβεῖν καταθύμιον ἐκ πολλῶν, οἷον ἂν δέῃ. ἣν δέ τις ποιῆται ἀπὸ ἑωυτοῦ, πολλοὶ ἔνεισι κίνδυνοι· ἀνάγκη γάρ, ὃς ἂν γένηται, τούτῳ χρῆσθαι.