Ancient Greek · ~1 min
Fragment 285
Democritus, Fragmenta 285
Not analysed yet
[84 N.] ——65 Δ—ου. γινώσκειν χρεὼν ἀνθρωπίνην βιοτὴν ἀφαυρήν τε ἐοῦσαν καὶ ὀλιγοχρόνιον, πολλῇ σίν τε κηρσὶ συμπεφυρμένην καὶ ἀμηχανίῃσιν, ὅκως ἄν τις μετρίης τε κτήσιος ἐπιμέληται καὶ ἀμέτρητα ἐπὶ τοῖς ἀναγκαίοισι ταλαιπωρέῃ.