Ancient Greek
Fragment 29
Democritus, Fragmenta 29
Not analysed yet
APOLLON. Cit. in Hipp. p. 6, 29 Schoene ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν Ἱπποκρατείων λέξεων ἐξηγεῖται, ὅτι ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς Ῥόδιοι ἄμβωνας καλοῦσι τοὺς τῶν ὀρῶν λόφους καὶ καθόλου τὰς προσαναβάσεις. καὶ διὰ τούτων φησὶν πάλιν· ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δ. εἴη καλῶν τῆς ἴτυος τὴν τῷ κοίλῳ περικειμένην ὀφρὺν ἄμβην. Vgl. Erotian. p. 52, 10 Klein.