Ancient Greek · ~3 min
Fragment 299
Democritus, Fragmenta 299
Not analysed yet
CLEM. Strom. I 15, 69 [II 43, 13 St.] Pythagoras, Eudoxos und Platon seien Schüler der Barbaren: Δ. γὰρ τοὺς Βαβυλωνίους λόγους ἠθικοὺς [?]πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι. κἄστιν ἐπισημήνασθαι παρ’ αὐτοῦ τάδε λέγει Δημόκριτος γράφοντος. ναὶ μὴν καὶ περὶ αὑτοῦ [nämlich γράφει], ἧι σεμνυνόμενός φησί που ἐπὶ πολυμαθίαι. ἐγὼ δὲ τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην ἱστορέων τὰ μήκιστα καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα καὶ γραμμέων συνθέσιος μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν οὐδ’ οἱ Αἰγυπτίων καλεόμενοι Ἀρπεδονάπται· σὺν τοῖς δ’ ἐπὶ πᾶσιν ἐπ’ ἔτεα ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην. ἐπῆλθε γὰρ Bαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων.