Ancient Greek · ~4 min
Fragment 300_7a
Democritus, Fragmenta 7a
Not analysed yet
7. Als Probe: ANON. ROHDEI (Kl. Schr. I 397) Δ. δὲ ἱστορεῖ ὡς καὶ αὐτόπτης τοῦ ζωίου γεγονὼς ταῦτα· ὁ βασιλίσκος ὁ κινάδης (οὕτω γὰρ αὐτὸν καλεῖ), ἔστι μὲν κατὰ τὸ σῶμα ὀλίγος, νωθὴς δὲ κατὰ τὴν κίνησιν, ὀξυκέφαλος, ἀστεροειδὲς βασίλειον ἔχων ἐπὶ τῆς κεφαλῆς, ξανθὸς τὴν χροιάν, ἀσύγκριτος τὴν ἰσχὺν καὶ ἀνυπέρβλητος. εὑρίσκεται δὲ ἐν τοῖς ἐπέκεινα τόποις τῆς Λιβύης τῆς κατὰ Κυρήνην, ὅπου καὶ τὸ τῶν ἀνθρώπων τῶν καλουμένων Ψύλλων γένος. τὰ γὰρ ἀπὸ τοῦ κινάδου δήγματα ὑπὸ τῶν Ψύλλων θεραπεύεται. ἀντιπαθὴς δὲ τῷ κινάδῃ ἐστὶν ἡ κατοικίδιος γαλέα· ταύτης γὰρ οὔτε τὴν φωνὴν οὔτε τὸ εἶδος φέρει, ἀλλ’ εὐθὺς ἀπόλλυται. εἰ δὲ καὶ πρὸς τῷ φωλεῷ εὕροι, διασπαράσσει τοῦτον ἡ γαλέα. αὕτη τῆς ἀντιπαθείας ἡ ἐνέργεια. Fruchtbarkeit des Hasen bei THEOPHYL. colloqu. 11,2 [Physici ed. Id. I 178], der Demokrit neben Bolos als Quelle siliert quaest. phys. p. 27 ed. Boiss.