Ancient Greek
1.366.3
Democritus, Testimonia 1.366.3
Unproofread scanNot analysed yet
1 DIOG. IX 34 ff. Δημόκριτος Ἡγιστράτου, οἱ δὲ Ἀθηνoκρίτου, τινὲς Δαμασίππου Ἀβδηρίτης ἦ, ὡς ἔνιοι. Μιλῆσιος [vgl. 54 A 1 §30; A 33]. οὗτος μάρων τινῶν διήκουσε καὶ Χαλδαίων, Ξέρξου τοῦ βασιλέως τῷ πατρὶ αὐτοῦ ἐπιστάτας καταλιπόντος. ἡνίκα ἐξενίσθη παρ' αὐτῷ, καθά φησι καὶ Ἡρόδοτος παρ' ὧν τὰ τε περὶ θεολογίας καὶ ἀστρολογίας ἔμαθεν ἐτι παῖς ὤν. ὕστερον δὲ Λευκίππῳ παρέβαλε καὶ Ἀναξαγόρα κατὰ τινας, ἑτέσιν ὤν αὐτοῦ νεώτερος τετταράκοντα [Apolldoros fr. 47ᵇ Jacoby]. Φαβωρίνος δὲ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ [FHG III 582 fr. 33] λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἰήσαν αὐτοῦ αἱ δόξαι αἱ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλ' ἀρχαῖαι. τὸν δὲ ὑφηγήσθαι διασῦρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν. πῶς οὖν κατὰ τινας ἀκήκοεν αὐτοῦ. φησὶ δὲ Δημήτριος ἐν Ὁμωνύμοις καὶ Ἀντισθένης ἐν Διαδοχαῖς [FHG III 183 p.] ἀποδημησαὶ αὐτὸν καὶ εἰς Αἴγυπτον πρὸς τοὺς ἱερέας γεωμετρίαν μαθησόμενον καὶ πρὸς Χαλδαίους εἰς τὴν Περσίδα καὶ εἰς τὴν Ἐρυθρὰν θάλασσαν γενέσθαι. τοῖς τε Γυμνοσοφισταῖς φασὶ τινες συμίζειν αὐτὸν ἐν Ἰνδίᾳ καὶ εἰς Αἰθιοπίαν ἐλθεῖν. τρίτον τε ὄντα ἀδελφὸν νεῖμασθαι τὴν οὐσίαν· καὶ οἱ μὲν πλείους φασὶ τὴν ἐλάττω μοῖραν ἐλέσθαι τὴν ἐν ἀργυρίῳ, χρείαν ἔχοντα <διὰ τὸ> ἀποδημησαὶ τούτου κακείνων δολίως ὑποπτευάντων. 36, ὁ δὲ Δημήτριος ὑπὲρ ἑκατὸν τάλαντά φησιν εἶναι αὐτῷ τὸ μέρος, ἃ πάντα καταναλῦσαι. λέγει δὲ ὅτι τοσοῦτον ἦν φιλόπονος ὥστε τοῦ περικίπου δωμάτιόν τι ἀποτειούμενος κατάκλειστος ἦν· καὶ ποτε τοῦ πατρὸς αὐτοῦ πρὸς θυσίαν βοῦν ἀγαγόντος καὶ αὐτόθι προσδησάντος, ἱκανὸν χρόνον μὴ γνῶναι, ἕως αὐτὸν ἐκεῖνος διαναστήσας προφάσει τῆς θυσίας καὶ τὰ περὶ τὸν βοῦν διηρήσατο. δοκεῖ δέ, φησὶ, καὶ Ἀθῆναζε ἐλθεῖν καὶ μὴ σπουδάσαι γνωσθῆναι δόξης καταφρονῶν. καὶ εἰδέναι μὲν Σωκράτη, ἀγνοεῖσθαι δὲ ὑπ' αὐτοῦ· “ἦλθον γάρ, φησίν, εἰς Ἀθῆνας καὶ οὐτις με ἔγνωκεν [B 116]”.