Ancient Greek
1.367.1
Democritus, Testimonia 1.367.1
Unproofread scanNot analysed yet
πρὸς Σωκράτην ὁμιλῶν διαλεγόμενος περὶ φιλοσοφίας, ὡς φησίν, ὡς πεντάθλων εἴκεν ὁ φιλόσοφος [Anterast. p. 136 A; vgl. S. 230, 1]. καὶ ἤν ὡς ἀληθῶς ἐν φιλοσοφίᾳ πένταθλος: τὰ γὰρ φυσικὰ καὶ τὰ ἠθικὰ (ἤσκητο), ἀλλὰ καὶ τὰ μαθηματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους, καὶ περὶ τεχνῶν πᾶσων εἶχεν ἐμπειρίαν. τοῦτο ἐστὶ καὶ τὸ ‘λόγος ἔργου σκιά’ [B 145]. Δημήτριος δὲ ὁ Φαληρεύς ἐν τῇ Σωκράτους ἀπολογίᾳ [fehlt FHG II 368] μηδὲ ἐλθεῖν φησιν αὐτὸν εἰς Ἀθήνας. τοῦτο δὲ καὶ μείζον. εἶγε τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τόπῳ δόξαν περιθεῖναι προελόμενος. δήλον δὲ καὶ τῶν συγγραμμάτων οἷος ἦν. δοκεῖ δέ, φησίν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι [s. B Schriftentitel I 1]. πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ’ ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. πάντων μέντοι τῶν Πυθαγορικῶν τινος ἀκούσαι φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος, κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῷ γεγονώς. φησὶ δὲ καὶ Ἀπολλόδωρος ὁ Κυζικηνὸς Φιλολάμῳ αὐτὸν συγγεγονέναι).