Ancient Greek
1.368.3
Democritus, Testimonia 1.368.3
Unproofread scanNot analysed yet
(43) τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἐρμипπος [RHG III 43 fr. 29; vgl. 10 Anm. zu A 28] τοῦτον τὸν τρόπον. ἤδη ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι. τὴν οὖν ἀδελφὴν λυπεῖσθαι ὅτι ἐν τῇ τῶν θεσμοφόρων ἑορτῇ μέλλοι τεθνηξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτῇ οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεύσαι αὐτῷ προσφέρειν ἄρτους θερμούς ὡσημέραι. τούτους δὴ ταῖς ρισὶ προσφέρων διεκράτησεν αὐτὸν τὴν ἑορτήν· ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι (τρεῖς 15 δ᾿ ἦσαν), ἀλυπότατα τὸν βίον προῆκατο, ὡς φησιν ὁ Ἰππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιούς. ἡμεῖς τε εἰς αὐτὸν ἐν τῇ Πλαμέτρῳ τοῦτον ἐποιήσαμεν τὸν τρόπον·