Ancient Greek
1.368.7
Democritus, Testimonia 1.368.7
Unproofread scanNot analysed yet
καὶ θερμοῖς ἄρτων ἀσθμασιν ἐξένισεν. τοιούτος μὲν ὁ βίος τανδρός. (44) δοκεῖ δὲ αὐτῷ τάδε· ἄρχας εἶναι τῶν ὅλων ἀτόμους καὶ κενόν, τὰ δ᾿ ἄλλα πάντα νενομισθαι [δοξάζεσθαι]. ἀπείρους τε εἶναι κόσμους καὶ γενήτους καὶ 25 φθαρτούς. μηδὲν τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδ᾿ εἰς τὸ μὴ ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπείρους εἶναι κατὰ μέγεθος καὶ πλήθος. φέρεσθαι δ᾿ ἐν τῷ ὅλῳ δινουμένας, καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἄερα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα· ἄπερ εἶναι ἄπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερεότητα. τὸν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων λείων καὶ περι- 30 φερῶν ὀγκῶν συγκεκρίσθαι. καὶ τὴν ψυχὴν ὁμοίως· ἥν καὶ νοῦν ταῦτόν εἶναι. ὁρᾶν δ᾿ ἡμᾶς κατ᾿ εἰδώλων ἐμπτώσεις. (45) πάντα τε κατ᾿ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἥν ἀνάγκην λέγει. τέλος δ᾿ εἶναι τὴν εὐθυμίαν. οὐ τὴν αὐτὴν οὔσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθ᾿ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διαγεί, ὑπὸ μηδενὸς τα- 35 ραττομένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δ᾿ αὐτὴν καὶ εὐεστίω καὶ πολλοῖς ἄλλοις ὀνόμασι [B 3]. ποιότητος δὲ νόμῳ εἶναι, φύσει δ᾿ ἀτόμους καὶ κενόν. καὶ ταῦτα μὲν αὐτῷ ἐδόκει. τὰ δὲ βιβλία αὐτοῦ κτλ.