Ancient Greek
1.369.7
Democritus, Testimonia 1.369.7
Unproofread scanNot analysed yet
9. ATH. VIII p. 354 c ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ [fr. 172 p. 153, 2 Us.] ὁ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρώτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα δ᾽ ὑπ᾽ ἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίᾳ συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπ᾽ αὐτοῦ καὶ διδάσκειν ἐν κώμῃ τινὶ γράμματα. ἀφ᾽ ὧν ἐπὶ τὸ σοφιστεύειν ὀρμῆσαι. PHILOSTR. vit. sophist. 10 p. 13, 1 Kayser Πρωταγόρας δὲ ὁ Ἀβδηρίτης σοφιστὴς καὶ Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο. ωμίλησε δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ τὴν Ξέρξου ἐπὶ τὴν Ἑλλάδα ἔλασιν. Vgl. S. 350, 15.