Ancient Greek
1.375.2
Democritus, Testimonia 1.375.2
Unproofread scanNot analysed yet
37. SIMPLIC. de caelo p. 294, 33 Heib. ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους Περὶ Δημοκρίτου [fr. 208 Rose] παραγραφέντα δηλώσει τὴν τῶν ἀνδρῶν ἐκείνων διάνοιαν. ‘Δ. ἠγεῖται τὴν τῶν αἰδίων φύσιν εἶναι μικρὰς οὐσίας πλήθος ἀπειροὺς’ 10 ταύτας δὲ τόπον ἄλλον ὑποτίθησιν ἀπειρον τῷι μερεθεῖ· προσαγορεύει δὲ τὸν μὲν τόπον τοῖσδε τοῖς ὀνόμασι τῷι τε κενῷι καὶ τῷι οὐδενὶ καὶ τῷι ἀπειρῷι, τῶν δὲ οὐσιῶν ἑκάστην τῷι τε δενὶ καὶ τῷι ναστῷι καὶ τῷι ὄντι. νομίζει δὲ εἶναι οὕτωι μικρὰς τὰς οὐσίας. ὥστε ἐκφυγεῖν τὰς ἡμετέρας αἰσθήσεις. ὑπάρχειν δὲ αὐταῖς παντοίας μορφὰς καὶ σχήματα παντοῖα καὶ κατὰ μέγεθος δια15φοράς. ἐκ τούτων οὖν ἤδη καθάπερ ἐκ στοιχείων γεννᾶι καὶ συγκρίνει τοὺς ὀφθαλμοφανεῖς καὶ τοὺς αἰσθητοὺς ὄγκους. στασιάζειν δὲ καὶ φέρεσθαι ἐν τῷι κενῷι διὰ τε τὴν ἀνομοιότητα καὶ τὰς ἄλλας εἰρημένας διαφορὰς, φερομένας δὲ ἐμπίπτειν καὶ περιπλέκεσθαι περιπλοκὴν τοιαύτην, ἡ σωμασίαν μὲν αὐτὰ καὶ πλησίον ἀλλήλων εἶναι ποιεῖ, φύσιν μέντοι μίαν ἐξ ἐκείνων κατ’ ἀλήθειαν οὐδ’ 20 ἓντιναοὺν γεννᾶι· κοινῶι γὰρ εὔθες εἶναι τὸ δύο ἢ τὰ πλεῖονα γενέσθαι ἄν ποτε ἓν. τοῦ δὲ συμμένειν τὰς οὐσίας μετ’ ἀλλήλων μέχρι τινὸς αἰτιᾶται τὰς ἐπαλλαγὰς καὶ τὰς ἀντιλήψεις τῶν σωμάτων· τὰ μὲν γὰρ αὐτῶν εἶναι σκαληνά, τὰ δὲ ἀγκιστρωδή, τὰ δὲ κοῖλα, τὰ δὲ κυρτά, τὰ δὲ ἄλλας ἀναρίθμους ἔχοντα διαφορὰς· ἐπὶ τοσοῦτον οὖν χρόνον σφῶν αὐτῶν ἀντέχεσθαι νομίζει καὶ συμ25μένειν. ἕως ἰσχυροτέρα τις ἐκ τοῦ περιέχοντος ἀνάγκη παραγενομένη διασείσηι καὶ χωρὶς αὐτὰς διασπεῖρηι’. λέγει δὲ τὴν γένεσιν καὶ τὴν ἐναντίαν αὐτῇ διάκρισιν οὐ μόνον περὶ ζώων, ἀλλὰ καὶ περὶ φυτῶν καὶ περὶ κόσμων καὶ συλλήβδην περὶ τῶν αἰσθητῶν σωμάτων ἀπάντων. εἰ τοίνυν ἡ μὲν γένεσις σύγκρισις τῶν ἀτόμων ἐστίν. ἡ δὲ φθορὰ διάκρισις. καὶ κατὰ Δημόκριτον ἀλλοίωσις ἄν εἴη ἡ 30 γένεσις.