Ancient Greek
1.375.4
Democritus, Testimonia 1.375.4
Unproofread scanNot analysed yet
39. PLUTARCH. Strom. 7 D. 581. Δ. ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν ἀπειρον διὰ τὸ μηδαμῶς ὑπὸ τινος αὐτὸ δεδημιουργῆσθαι. ἐπὶ δὲ καὶ ἀμετάβλητον αὐτὸ 45 λέγει καὶ καθόλου οἷον πᾶν ἐστὶν ῥητῶς ἐκτίθεται· μηδεμίαν ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων, ἄνωθεν δ’ ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι τῇ ἀνάγκῃ πάνθ’ ἀπλῶς τὰ γεγονότα καὶ ὄντα καὶ ἐσόμενα. ἡλίου δὲ καὶ σελήνης γενεσὶν φησι. κατ’ ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τὸ παράπαν ἔχοντα