Ancient Greek
1.377.5
Democritus, Testimonia 1.377.5
Unproofread scanNot analysed yet
50 Diogenes v. Oinoanda fr. 80. 81 col. 3. 3 [Bull. Corr. Hell. XXI 423] ἂν γὰρ τῷ Δημοκρίτῳ τις χρήσηται λόγῳ, μηδεμίαν μὲν ἐλευθέραν φάσκων ταῖς ἄτομοις κείνησιν εἶναι διὰ τὴν πρὸς ἀλλήλας σύγκρουσιν αὐτῶν. ἐνερθεν δὲ φαίνεσθαι κατηναγκασμένως πάντα κινεῖσθαι, φήσομεν πρὸς αὐτόν· οὔκουν οἶδας ὅστις ποτὲ εἰ, καὶ ἐλευθέραν τινὰ ἐν ταῖς ἄτομοις κείνησιν εἶναι, ἣν Δημοκρίτος μὲν οὐχ εὗρεν, Ἐπίκουρος δὲ εἰς φῶς ἤγαγεν. παρενκλιτικὴν ὑπάρχουσαν ὡς ἐκ τῶν φαινομένων δείκνυσιν: