Ancient Greek
1.378.2
Democritus, Testimonia 1.378.2
Unproofread scanNot analysed yet
53. Plut. adv. Colot. 3 p. 1108 E καίτοι πολὺν χρόνον αὐτὸς ἑαυτὸν ἀνηγόρευε Δημοκρίτειον ὁ Ἐπίκουρος, ὡς ἄλλοι τε λέγουσι καὶ Λεοντεύς, εἰς τῶν ἐπ᾽ ἄκρον Ἐπικούρου μαθητῶν, πρὸς Λυκόφρονα γράφων, τιμᾶσθαι τέ φησι τὸν Δημόκριτον ὑπ᾽ Ἐπικούρου διὰ τὸ πρότερον ἀμαθῆ τῆς ὀρθῆς γνώσεως, καὶ τὸ σύνολον τὴν πραγματείαν Δημοκρίτειον προσαγορευέσθαι διὰ τὸ περιπεσεῖν αὐτὸν πρότερον ταῖς ἀρχαῖς περὶ φύσεως. ὁ δὲ Μητρόδωρος ἀντίκρυς (<τῷι>) Περὶ φιλοσοφίας εἴρηκεν, ὡς εἰ μὴ καθηγήσατο Δ. ,οὐκ ἂν προῆλθεν Ἐπίκουρος ἐπὶ τὴν σοφίαν. Diog. x 8 (Epikur nantte) Δημόκριτον Ἀηρόκριτον.