Ancient Greek
1.378.5
Democritus, Testimonia 1.378.5
Unproofread scanNot analysed yet
58. Arist. phys. Θ 9. 265b 24 διὰ δὲ τὸ κενὸν κινεῖσθαι φασιν· καὶ γὰρ οὕτοι τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὴν φύσιν λέγουσιν. Simpl. z. d. St. 1318,33 τοιούτοι τὰ φυσικά καὶ πρῶτα καὶ ἄτομα σώματα· ταῦτα γὰρ ἐκεῖνοι φύσιν ἐκάλουν καὶ ἔλεγον κατὰ τὴν ἐν αὐτοῖς βαρύτητα κινούμενα ταῦτα διὰ τοῦ κενοῦ εἰκόντος καὶ μὴ ἀντιτυποῦντος κατὰ τόπον κινεῖσθαι· περιπαλάσσεσθαι γὰρ ἔλεγον αὐτά. καὶ οὐ μόνον πρώτην ἀλλὰ καὶ μόνην ταύτην οὕτοι κίνησιν τοῖς στοιχείοις ἀποδιδόασιν. τὰς δὲ ἄλλας τοῖς ἐκ τῶν στοιχείων· αὐξάνεσθαι γὰρ καὶ φθίνειν καὶ ἀλλοιοῦσθαι καὶ γίνεσθαι καὶ φθεῖρεσθαι προσκρινουμένων καὶ ἀποκρινομένων τῶν πρώτων σωμάτων φασίν.