Ancient Greek
1.379.3
Democritus, Testimonia 1.379.3
Unproofread scanNot analysed yet
61. Simpl. de caelo 569,5 οἱ γὰρ περὶ Δημόκριτον καὶ ὕστερον Ἐπίκουρος τις ἀτόμους πάσας ὁμοφνεῖς οὖσας βάρος ἔχειν φασί, τῶι δὲ εἶναι τινα βαρύτερα ἐξωθούμενα τὰ κουφότερα ὑπ' αὐτῶν ὑφιστάνοντων ἐπὶ τὸ ἄνω φέρεται, καὶ οὕτω λέγουσιν οὕτοι δοκεῖν τὰ μὲν κούφρα εἶναι τὰ δὲ βαρέα. 712,27 οἱ περὶ Δημόκριτον οἴονται πάντα μὲν ἔχειν βάρος, τῶι δὲ ἐλάττον ἔχειν βάρος τὸ πῦρ ἐκθλιβόμενον ὑπὸ τῶν προλαμβανόντων ἄνω φέρεσθαι καὶ διὰ τοῦτο κούφρον δοκεῖν. τούτοις δὲ τὸ βαρὺ μόνον εἶναι δοκεῖ καὶ ἀεὶ φέρεσθαι πρὸς τὸ μέσον τοῦτο. Gegen Demokrit Epicur. ep. I 61 p. 18,15 Us. ἰσοταχεῖς ἀναγκαῖον τὰς ἀτόμους εἶναι, ὅταν διὰ τοῦ κενοῦ εἰσφέρωνται μηθενὸς ἀντικόπτοντος· οὔτε γὰρ τὰ (μεγάλαι καὶ) βαρέα θάττον οἰσθήσεται τῶν μικρῶν καὶ κούφων, ὅταν γε δή μηδὲν ἀπαντᾷ αὐτοῖς. οὔτε τὰ μικρὰ (βραδύτερον) τῶν μετάλων πάντα πόρον σύμμετρον ἔχοντα, ὅταν μηδὲν μηδὲ ἐκείνοις ἀντικόπτηι. Vgl. Lucr. II 215 ff.