Ancient Greek
1.386.7
Democritus, Testimonia 1.386.7
Unproofread scanNot analysed yet
112 Arist. metaph. Γ 5. 1009ᵇ 7 ἔτι δὲ καὶ πολλοῖς ζώιων ὑγιάνουσι τάναντία περὶ τῶν αὐτῶν φαίνεσθαι καὶ ἡμῖν, καὶ αὐτῶι δὲ ἑκάστῳι πρὸς αὐτὸν οὐ ταῦτά κατὰ τὴν αἴσθησιν ἀεὶ δοκεῖν. ποία οὖν τούτων ἀληθὴ ἢ ψευδῆ, ἀδηλον· οὐδὲν γὰρ μᾶλλον τάδε ἢ τάδε ἀληθῆ, ἀλλ’ ὁμοίως. διὸ Δ. γέ φησιν ἦτοι οὐδὲν εἶναι ἀληθὲς ἢ ἡμῖν γ’ ἀδηλον. ὅλως δὲ διὰ τὸ ὑπολαμβάνειν φρόνησιν μὲν τὴν αἴσθησιν, ταύτην δ’ εἶναι ἀλλοίωσιν, τὸ φαινόμενον κατὰ τὴν αἴσθησιν ἐξ ἀνάγκης ἀληθὲς εἶναί φασιν.