Ancient Greek
1.389.5
Democritus, Testimonia 1.389.5
Unproofread scanNot analysed yet
135. THEOPHR. de sens. 49 ff. (D. 513; (49) Δ. δὲ περὶ μὲν αἰσθήσεως οὐ διορίζει, πότερα τοῖς ἐναντίοις ἢ τοῖς ὁμοίοις ἐστίν. εἰ μὲν γὰρ ἀλλοιοῦσθαι ποιεῖ τὸ αἰσθάνεσθαι δόξειεν ἂν τοῖς διαφόροις· οὐ γὰρ ἀλλοιοῦσθαι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου· πάλιν δ' (εἰ) τὸ μὲν αἰσθάνεσθαι καὶ ἀπλῶς ἀλλοιοῦσθαι (τῷ) πάσχειν. ἀδύνατον δέ, φησί, τὰ μὴ ταῦτὰ πάσχειν, ἀλλὰ κἂν ἕτερα ὄντα ποιῇ οὐχ ἕτερα ἀλλ' ἢ ταὐτὸν τί ὑπάρχει, τοῖς ὁμοίοις. διὸ περὶ μὲν τούτων ἀμφότερως ἐστιν ὑπολαβεῖν. περὶ ἑκάστης δ' ἤδη τούτων ἐν μέρει πειρᾶται λέγειν.