Ancient Greek
1.393.2
Democritus, Testimonia 1.393.2
Unproofread scanNot analysed yet
73 τῶν δὲ χρωμάτων ἀπλὰ μὲν λέγει τέτταρα. λευκὸν μὲν οὖν εἶναι τὸ λείον. ὁ γὰρ ἂν μὴ τραχὺ μηδ’ ἐπισκιάζων ἢ μηδὲ δυσδιάδοον, τὸ τοιοῦτο πᾶν λαμπρὸν εἶναι. δεῖ δὲ καὶ εὐθύρρυπα καὶ διαυγῆ τὰ λαμπρὰ εἶναι. τὰ μὲν οὖν σκληρὰ τῶν λευκῶν ἐκ τοιούτων σχημάτων συγκεῖσθαι οἷον ἢ ἐντὸς πλάζε τῶν κορχυλίων· οὕτω γὰρ ἂν ἄσκια καὶ εὐαγὴ καὶ εὐθύρρυπα εἴναι. τὰ (δὲ) ψαθυρὰ καὶ εὐθρύπτα ἐκ περιφερῶν μέν, λοξῶν δὲ τῇ θέσει πρὸς ἄλληλα καὶ κατὰ δύο συζεύξει. τὴν δ’ ὅλην τάξιν ἔχειν ὅτι μάλιστα ὁμοίαν. τοιούτων δ’ ὄντων ψαθυρὰ μὲν εἶναι, διότι κατὰ μικρὸν ἢ σύναψις· εὐθρύπτα δέ, ὅτι ὁμοίως κείνται· ἄσκια δέ, διότι λεία καὶ πλατέα· λευκότερα δ’ ἄλλήλων τῷ τὰ σχήματα τὰ εἰρημένα καὶ ἀκριβέστερα καὶ ἀμιγέστερα εἶναι καὶ τὴν τάξιν καὶ τὴν θέσιν ἔχειν μᾶλλον τὴν εἰρημένην. 74 τὸ μὲν οὖν λευκὸν ἐκ τοιούτων εἶναι σχημάτων. τὸ δὲ μέλαν ἐκ τῶν ἐναντίων, ἐκ τραχέων καὶ σκαληνῶν καὶ ἀνομοίων· οὕτω γὰρ ἂν σκιάζειν καὶ οὐκ εὐθεις εἶναι τοὺς πόρους οὐδ’ εὐδιδούς. ἐτι δὲ τὰς ἀπποροίας νυθεῖς καὶ ταραχῶδεῖς· διαφέρειν γὰρ τι καὶ τὴν ἀπορροὴν τῷ ποίᾳ εἶναι πρὸς τὴν φαντασίαν, ἢν γίνεσθαι διὰ τὴν ἐναπόληψιν τοῦ ἀέρος ἀλλοίαν. 75 ἐρυθρὸν δ’ ἐξ οἰωνπερ καὶ τὸ θερμόν, πλὴν ἐκ μειζόνων. ἐὰν γὰρ αἱ συγκρίσεις ὡσι μειζους ὁμοίων ὄντων τῶν σχημάτων μᾶλλον ἐρυθρὸν εἶναι. σημείον δ’ ὅτι ἐκ τοιούτων τὸ ἐρυθρόν· ἡμᾶς τε γὰρ θερμαινομένους ἐρυθραίνεσθαι καὶ τὰ ἄλλα τὰ πυρούμενα, μέχρις ἂν οὐ ἔχῃ τὸ τοῦ πυροειδοῦς. ἐρυθρότερα δὲ τὰ ἐκ μεγάλων ὄντα σχημάτων οἷον τὴν φλόγα καὶ τὸν ἄνθρακα τῶν χλωρῶν ξύλων ἢ τῶν αἴων. καὶ τὸν σίδηρον δὲ καὶ τὰ ἄλλα τὰ πυρούμενα· λαμπρότατα μὲν γὰρ εἶναι τὰ πλεῖστον ἔχοντα καὶ λεπτότατον πῦρ, ἐρυθρότερα δὲ τὰ παχύτερον καὶ ἐλαττον. διὸ καὶ ἧττον εἶναι θερμὰ τὰ ἐρυθρότερα· θερμὸν [μὲν] γὰρ τὸ λεπτόν. τὸ δὲ χλωρὸν ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ συνεστάναι μεικτὸν ἐξ ἀμφοῖν, τῇ θέσει