Ancient Greek
1.397.3
Democritus, Testimonia 1.397.3
Unproofread scanNot analysed yet
153. ——XII 18 αἰτίαν δὲ ὁ αὐτὸς λέγει τοῖς ἐλάφοις τῆς τῶν κεράτων ἀναφύσεως ἐκεῖνην εἶναι. ἡ γαστὴρ αὐτοῖς ὡς ἐστὶ θερμωτάτη ὁμολογεῖ, καὶ τὰς φλέβας δὲ αὐτῶν τὰς διὰ τοῦ σώματος περικυίας παντὸς ἀραιωτάτας λέγει καὶ τὸ ὀστέον τὸ κατειληφὸς τὸν ἐγκέφαλον λεπτότατον εἶναι καὶ ὑμενώδες καὶ ἀραῦν. φλέβας τε ἐντεύθεν καὶ ἐς ἄκραν τὴν κεφαλὴν ὑπανίσχειν παχυτάτας, τὴν γοῦν τροφὴν καὶ ταύτης γε τὸ γονιμώτατον ὡκιστα ἀναδίδασθαι καὶ ἡ μὲν πιμελὴ αὐτοῖς ἐξωθεν, φησὶ περιχέεται, ἡ δὲ ἰσχὺς τῆς τροφῆς ἐς τὴν κεφαλὴν διὰ τῶν φλεβῶν ἀναδύνηται. ἐνθεν οὖν τὰ κέρατα ἐκφυέσθαι διὰ πολλῆς ἐπαρόμενα τῆς ἰκμάδος. συνεχὴς οὖν οὖσα ἐπιπρεοῦσά τε ἐξωθεῖ τὰ πρότερα. καὶ τὸ μὲν ὑπέρῖχον ὑγρὸν ἐξω τοῦ σώματος σκληρὸν γίνεται, πηγνύντος αὐτὸ καὶ κερατοῦντος τοῦ ἀέρος, τὸ δὲ ἔνδον ἐτι μεμυκὸς ἀπαλὸν ἐστι· καὶ τὸ μὲν σκληρύνεται ὑπὸ τῆς ἐξωθεν ψύξεως, τὸ δὲ ἀπαλὸν μένει ὑπὸ τῆς ἔνδον ἀλάας. οὐκοῦν ἡ ἐπίφυσις τοῦ νέου κέρατος τὸ πρεσβύτερον ὡς ἀλλότριον ἐξωθεῖ θλίβοντος τοῦ ἔνδοθεν καὶ ἀνωθεῖν τοῦτο ἐθέλοντος καὶ ὀδυνύντος καὶ σφύζοντος ὡσπερ οὖν ἐπειγομένου τεχθῆναι καὶ προελθεῖν. ἡ γὰρ τοι ἰκμὰς πηγνυμένη καὶ ὑπανατέλλουσα ἀτρεμεῖν ἀδύνατός ἐστι· γίνεται γὰρ καὶ αὐτὴ σκληρὰ καὶ ἐπωθεῖται τοῖς προτέροις. καὶ τὰ μὲν πλεῖω ἐκθλίβεται ὑπὸ τῆς ἰσχὺς τῆς ἔνδον, ἤδη δὲ τινὰ καὶ κλάδοις περισεθέντα καὶ ἐμποδίζοντα ἐς τὸν ὠκὺν δρόμον ὑπὸ ρύμης τὸ θηρίον ὠθοῦμενον ἀπήραξε. καὶ τὰ μὲν ἐξώλισθε, τὰ δὲ ἕτοιμα ἐκκύπτειν ἡ φύσις προάγει.