Ancient Greek
1.399.3
Democritus, Testimonia 1.399.3
Unproofread scanNot analysed yet
165. ALEX. quaest. II 23 II 72,28 BRUNS; περὶ τῆς Ἡρακλείας λίθου διὰ τί ἕλκει τὸν σίδηρον ὁ Δ. δὲ καὶ αὐτὸς ἀπορροίας τε γίγνεσθαι τίθεται καὶ τὰ ὅμοια φέρεσθαι πρὸς τὰ ὅμοια, ἀλλὰ καὶ εἰς τὸ κενὸν πάντα φέρεσθαι. ταύθ’ ὑποθέ- 20 μενος λαμβάνει τὸ τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων ἀτόμων συγκεῖσθαι, λεπτοτέρων δὲ τὴν λίθον, καὶ ἐκείνου ἀραιοτέραν τε καὶ πολυκενωτέραν αὐτὴν εἶναι καὶ διὰ τοῦτ’ εὐκινητότερ’ ὄν(τα τὰ ἄτομα) θάττον ἐπὶ τὸν σίδηρον φέρεσθαι (πρὸς γὰρ τὰ ὅμοια ἡ φορά) καὶ ἐνδυόμενα εἰς τοὺς πόρους τοῦ σιδήρου κινεῖν τὰ ἐν ἐκείνωι σώματα διαδυόμενα δι’ αὐτῶν διὰ λεπτότητα, τὰ δὲ κινηθέντα 25 ἔξω τε φέρεσθαι ἀπορρέοντα καὶ πρὸς τὴν λίθον. διὰ τε ὁμοιότητα καὶ διὰ τὸ κενὰ ἔχειν πλείω, οἷς ἐπόμενον τὸν σίδηρον διὰ τὴν ἀθρόαν ἐκκρισίν τε καὶ φοράν φέρεσθαι καὶ αὐτὸν πρὸς τὴν λίθον. οὐκέτι δὲ ἡ λίθος πρὸς τὸν σίδηρον φέρεται. ὅτι μὴ ἔχει τοσαῦτα ὁ σίδηρος κενὰ ὅσα ἡ λίθος. ἀλλὰ τὸ μὲν τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων συγκεῖσθαι δέξαιτ’ ἂν τις, πῶς δὲ καὶ τὸ ἥλεκτρον καὶ τὸ 30 ἄχυρον; ὅταν δὲ καὶ ἐπ’ ἐκείνων λέγῃ τις ταύτην τὴν αἰτίαν, ἔστι πολλὰ ἐλκόμενα ὑπὸ τοῦ ἠλέκτρου. οἷς πᾶσιν εἰ ἐξ ὁμοίων σύγκειται, κἀκεῖνα ἐξ ὁμοίων ἀλλήλοις συγκεῖμενα ἕλκοι ἄλληλα. DERS. b. Simpl. phys. 1056,1 ἡ γὰρ ἀπόρροιαί τινὲς εἰσιν ! ἀπὸ τῶν ἡρεμουμένων καὶ οὕτως ἐλκόντων σωματικαί, δι’ ὧν ἀπτομένων καὶ ἐμπλεκομένων, ὡς τινὲς λέγουσιν, ἕλκεται τὰ ἐλκόμενα.