Ancient Greek
1.401.1
Democritus, Testimonia 1.401.1
Unproofread scanNot analysed yet
καὶ τὸν θαυμαστὸν ἐκεῖνον Κωλώτην, τὸν Πλάτωνος ἔχθρόν, Ἐπικούρειον ὄντα πάντως ἔδει <τὰ τοῦ> καθηγεμόνος τῶν Ἐπικούρου δ μὴ ἀγνοῆσαι μηδὲ ἀγνοήσαντα ζητεῖν, πῶς τὸν ἀποθανόντα πάλιν ἀναβιώναι δυνατόν. οὐδὲ γὰρ ὁ θάνατος ἦν ὁ ἀπόσβεσις, ὡς ἔοικεν, τῆς συμπάσης ζωῆς τοῦ σώματος, ἀλλ’ ὑπὸ μὲν πληγῆς τινος ἴσως καὶ τραύματος παρεῖτο, τῆς δὲ ψυχῆς οἱ περὶ τὸν μυελὸν ξυμενοὶ ἐπὶ δεσμοὶ κατερριζωμένοι καὶ ἡ καρδία τὸ ἐμπύρευμα τῆς ζωῆς εἶχεν ἐγκείμενον τῷ βάθει· καὶ τούτων μενόντων αὖθις ἀνεκτήσατο τὴν ἀπεσβηκυῖαν ζωὴν ἐπιτήδειον πρὸς τὴν ψύχωσιν γεγόμενον. Vgl. p. 117, 7.